Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.121 Joseph. AJ 5.125 (English) >>Joseph. AJ 5.129

5.123ὃς ἀκρωτηριασθεὶς ὑπʼ αὐτῶν φησιν, “ἀλλʼ οὐκ εἰς τὸ πᾶν ἄρα λήσεσθαι θεὸν ἔμελλον τάδε πεπονθώς, κατὰ δυοῖν 5.124καὶ ἑβδομήκοντα βασιλέων πρᾶξαι πρότερον οὐκ ἐνετράπην.” καὶ ζῶντα μὲν κομίζουσιν ἕως Ἱεροσολύμων, τελευτήσαντα δὲ γῇ θάπτουσι. καὶ διεξῄεσαν αἱροῦντες τὰς πόλεις, πλείστας τε λαβόντες ἐπολιόρκουν Ἱεροσόλυμα· καὶ τὴν μὲν κάτω λαβόντες σὺν χρόνῳ πάντας ἔκτεινον τοὺς ἐνοικοῦντας, χαλεπὴ δʼ ἦν καθύπερθεν αὐτοῖς αἱρεθῆναι τειχῶν ὀχυρότητι καὶ φύσει τοῦ χωρίου. 5.125

Ὅθεν μετεστρατοπέδευσαν εἰς Νεβρῶνα καὶ ταύτην ἑλόντες κτείνουσι πάντας· ὑπελείπετο δὲ τῶν γιγάντων ἔτι γένος, οἳ διὰ σωμάτων μεγέθη καὶ μορφὰς οὐδὲν τοῖς ἄλλοις ἀνθρώποις παραπλησίας παράδοξον ἦσαν θέαμα καὶ δεινὸν ἄκουσμα. δείκνυται δὲ καὶ νῦν ἔτι τούτων ὀστᾶ μηδὲν τοῖς ὑπὸ πύστιν ἐρχομένοις ἐοικότα. 5.126καὶ τοῦτο μὲν τοῖς Λευίταις ἐξαίρετον γέρας ἔδοσαν μετὰ καὶ τῶν δισχιλίων πηχῶν, τὴν δὲ γῆν Χαλέβῳ δωρεὰν ἔδοσαν κατὰ Μωυσέος ἐντολάς· οὗτος δʼ ἦν τῶν κατασκόπων εἷς ὧν ἔπεμψε Μωυσῆς εἰς τὴν Χαναναίαν. 5.127διδόασι δὲ καὶ τοῖς Ἰέθρου τοῦ Μαδιανίτου ἀπογόνοις, Μωυσέος γὰρ ἦν γαμβρός, γῆν ἵνα νέμοιντο· τὴν γὰρ πατρίδα καταλιπόντες ἠκολούθησαν ἐκείνοις καὶ συνῆσαν αὐτοῖς ἐπὶ τῆς ἐρήμου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.121 Joseph. AJ 5.125 (English) >>Joseph. AJ 5.129

Powered by PhiloLogic